Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.11 Joseph. AJ 9.15 (English) >>Joseph. AJ 9.19

9.13ἤρεσε δὲ τοῦ βασιλέως γνώμη, καὶ ἅπερ συνεβούλευσε ταῦτʼ ἔπραττον. δὲ θεὸς εἰς φόβον ἐνέβαλε καὶ ταραχὴν τοὺς Ἀμμανίτας· οἱ δὲ δόξαντες ἀλλήλους πολεμίους ἀπέκτεινον, ὡς ἐκ τῆς τοσαύτης στρατιᾶς ἀνασωθῆναι μηδένα. 9.14Ἰωσαφάτης δὲ ἀποβλέψας εἰς τὴν φάραγγα, ἐν συνέβαινʼ ἐστρατοπεδευκέναι τοὺς πολεμίους, καὶ πλήρη νεκρῶν ἰδὼν ἥσθη μὲν ἐπὶ τῷ παραδόξῳ τῆς τοῦ θεοῦ βοηθείας, ὅτι μηδὲ πονήσασιν αὐτοῖς αὐτὸς διʼ αὑτοῦ τὴν νίκην ἔδωκεν, ἐπέτρεψε δὲ τῇ στρατιᾷ διαρπάσαι τὴν παρεμβολὴν τῶν ἐχθρῶν καὶ σκυλεῦσαι τοὺς νεκρούς. 9.15καὶ οἱ μὲν ἐπὶ τρεῖς ἡμέρας σκυλεύοντες ἔκαμον· τοσοῦτον ἦν τὸ τῶν ἀνῃρημένων πλῆθος· τῇ τετάρτῃ δὲ συναθροισθεὶς πᾶς λαὸς εἴς τινα κοῖλον καὶ φαραγγώδη τόπον τὴν τοῦ θεοῦ δύναμιν καὶ τὴν συμμαχίαν εὐλόγησαν, ἀφʼ οὗ καὶ προσηγορίαν ἔσχεν τόπος κοιλὰς εὐλογίας. 9.16

Ἐκεῖθεν δὲ ἀναγαγὼν τὴν στρατιὰν βασιλεὺς εἰς Ἱεροσόλυμα τρέπεται πρὸς εὐωχίαν καὶ θυσίας ἐπὶ πολλὰς ἡμέρας. μετὰ μέντοι γε τὴν τῶν πολεμίων αὐτοῦ διαφθορὰν ἀκουσθεῖσαν τοῖς ἀλλοφύλοις ἔθνεσι πάντες οὗτοι κατεπλάγησαν αὐτόν, ὡς φανερῶς αὐτῷ τοῦ θεοῦ τὸ λοιπὸν συμμαχοῦντος. καὶ Ἰωσαφάτης μὲν ἔκτοτε μετὰ λαμπρᾶς δόξης ἐπί τε δικαιοσύνῃ καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ διῆγεν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.11 Joseph. AJ 9.15 (English) >>Joseph. AJ 9.19

Powered by PhiloLogic